Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.159 Joseph. AJ 18.164 (English) >>Joseph. AJ 18.169

18.162Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τά τε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνει τε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δʼ ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετό τε καὶ ἐξένιζεν. 18.163τῇ δʼ ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπʼ αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας, 18.164ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖ τε Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον. 18.165 δὲ Βερενίκης τε μνήμῃ τῆς μητρὸς αὐτοῦ, σφόδρα γὰρ ἀλλήλαις ἐχρῶντο αἵδε αἱ γυναῖκες, καὶ αὐτῷ ὁμοτροφίας πρὸς τοὺς ἀμφὶ Κλαύδιον γεγενημένης, δίδωσι τὸ ἀργύριον, καὶ αὐτῷ ἀποτίσαντι τὸ χρέος ἀνεπικώλυτος ἦν φιλία τοῦ Τιβερίου. 18.166αὖθις δὲ αὐτῷ Τιβέριος Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.159 Joseph. AJ 18.164 (English) >>Joseph. AJ 18.169

Powered by PhiloLogic